Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.150 Joseph. AJ 4.155 (English) >>Joseph. AJ 4.160

4.153τόλμῃ δὲ καὶ ψυχῆς καὶ σώματος ἀνδρείᾳ τοσοῦτον προύχων, ὡς μὴ πρότερον εἴ τινι συσταίη τῶν δεινῶν ἀπαλλάττεσθαι, πρὶν καταγωνίσασθαι καὶ νίκην τὴν ἐπʼ αὐτῷ λαβεῖν, ἐπὶ τὴν τοῦ Ζαμβρίου σκηνὴν παραγενόμενος αὐτόν τε παίων τῇ ῥομφαίᾳ καὶ τὴν Χοσβίαν ἀπέκτεινεν. 4.154οἱ δὲ νέοι πάντες, οἷς ἀρετῆς ἀντιποίησις ἦν καὶ τοῦ φιλοκαλεῖν, μιμηταὶ γενόμενοι τῆς Φινεέσσου τόλμης ἀνῄρουν τοὺς ἐπὶ τοῖς ὁμοίοις Ζαμβρίᾳ τὴν αἰτίαν εἰληφότας. ἀπόλλυνται μὲν οὖν καὶ ὑπὸ τῆς τούτων ἀνδραγαθίας πολλοὶ τῶν παρανομησάντων, 4.155ἐφθάρησαν δὲ πάντες καὶ λοιμῷ ταύτην ἐνσκήψαντος αὐτοῖς τοῦ θεοῦ τὴν νόσον ὅσοι τε συγγενεῖς ὄντες κωλύειν δέον ἐξώτρυνον αὐτοὺς ἐπὶ ταῦτα ἀδικεῖν τῷ θεῷ δοκοῦντες ἀπέθνησκον. ἀπόλλυνται μὲν οὖν ἐκ τῶν τάξεων ἄνδρες οὐκ ἐλάττους τετρακισχιλίων καὶ μυρίων. 4.156

Ὑπὸ δὲ ταύτης παροξυνθεὶς τῆς αἰτίας Μωυσῆς ἐπὶ τὸν Μαδιανιτῶν ὄλεθρον τὴν στρατιὰν ἐξέπεμπε, περὶ ὧν τῆς ἐπʼ αὐτοὺς ἐξόδου μετὰ μικρὸν ἀπαγγελοῦμεν προδιηγησάμενοι πρῶτον παρελίπομεν· δίκαιον γὰρ ἐπὶ τούτου τὴν τοῦ νομοθέτου γνώμην μὴ παρελθεῖν ἀνεγκωμίαστον. 4.157τὸν γὰρ Βάλαμον παραληφθέντα ὑπὸ τῶν Μαδιηνιτῶν, ὅπως ἐπαράσηται τοῖς Ἑβραίοις, καὶ τοῦτο μὲν οὐ δυνηθέντα θείᾳ προνοίᾳ, γνώμην δὲ ὑποθέμενον, χρησαμένων τῶν πολεμίων ὀλίγου τὸ τῶν Ἑβραίων πλῆθος διεφθάρη τοῖς ἐπιτηδεύμασι νοσησάντων δή τινων περὶ ταῦτα, μεγάλως ἐτίμησεν ἀναγράψας αὐτοῦ τὰς μαντείας,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.150 Joseph. AJ 4.155 (English) >>Joseph. AJ 4.160

Powered by PhiloLogic